Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.90 Joseph. AJ 16.95 (English) >>Joseph. AJ 16.100

16.93τοῖς δʼ οὐχ ὑπὲρ τῆς ἀρχῆς τὸ πλέον, ἀλλʼ εἰ καὶ ταύτης στεροῖντο καὶ τοῦ ζῆν ἐλάττων λόγος, εἰ μόνον ἀποκτεῖναι τὸν πατέρα δυνηθεῖεν· οὕτως ἄγριόν τι καὶ μιαρὸν ἐντετηκέναι ταῖς ψυχαῖς αὐτῶν μῖσος. καὶ ταύτην τὴν ἀτυχίαν αὐτὸς ἐκ μακροῦ φέρων ἀναγκασθῆναι νῦν ἐξηγεῖσθαι Καίσαρι καὶ μιαίνειν αὐτοῦ τὰς ἀκοὰς τοιούτοις λόγοις. 16.94καίτοι τί μὲν εἴησαν παθόντες ἐξ αὐτοῦ δυσχερές; ἐπὶ τίνι δὲ μέμφονται βαρὺν ὄντα; πῶς δʼ οἷόν τε καὶ δίκαιον ἣν αὐτὸς ἐκτήσατο πολλοῖς πόνοις καὶ κινδύνοις ἀρχήν, ταύτης οὐκ ἐᾶν κύριον εἶναι κρατεῖν τε καὶ διδόναι τῷ κατʼ ἀξίαν; 16.95ὡς τοῦτό γε μετὰ τῶν ἄλλων ἆθλον εὐσεβείας ἐκτίθεται τῷ μέλλοντι πρὸς τὸν ποτὲ γενήσεσθαι τοιούτῳ τὴν ἐπιμέλειαν, ἅτε καὶ τῆς ἀμοιβῆς τοσῆσδε οὔσης ἐπιτυγχάνειν. 16.96ὅτι δὲ μηδὲ εὐσεβὲς αὐτοῖς ὑπὲρ τούτου πολυπραγμονεῖν, εὔδηλον· γὰρ ἀεί τι περὶ τῆς βασιλείας ἐνθυμούμενος συγκαταλογίζεται τὸν θάνατον τοῦ γεγεννηκότος, μεθʼ ὃν ἄλλως οὐκ ἔστιν τὴν ἀρχὴν παραλαβεῖν. 16.97αὐτὸς δʼ ὅσα βασιλευομένοις καὶ βασιλέως παισὶν οὐχ ὑστέρησεν μέχρι νῦν ἀποδιδούς, οὐ κόσμον, οὐχ ὑπηρεσίαν, οὐ τρυφήν, ἀλλὰ καὶ γάμους τοὺς ἐπισημοτάτους παρεσχῆσθαι, τῷ μὲν ἐκ τῆς ἀδελφῆς, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ βασιλέως θυγατέρα συνοικίσας,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.90 Joseph. AJ 16.95 (English) >>Joseph. AJ 16.100

Powered by PhiloLogic